TLG 0706 001 :: PHILO :: Fragmentum PHILO Med. Fragmentum
Citation: Fragment — (line) | |||
690 | ⊗ | Ταρσέος ἰητροῖο μέγα θνητοῖσι, Φίλωνος εὕρεμα πρὸς πολλάς εἰμι παθῶν ὀδύνας, εἴτε κόλον πάσχει τις, ἅπαξ δοθέν, εἴτε τις ἧπαρ εἴτε δυσουρ〈ε〉ίῃ ἴσχεται εἴτε λίθῳ. | |
5 | ἰῶμαι καὶ σπλῆνα καὶ ὀρθόπνοιαν ἀνιγρήν, καὶ φθίσιν ἰῶμαι, σπασμὸν ἐνιστάμενον, καὶ σφαλερὴν πλευρῖτιν· ἀποπτύων δέ τις αἷμα ἢ ἐμέων ἕξει μ’ ἀντίπαλον θανάτου. πάντα δ’ ὅσα σπλάγχνοισιν ἐνίσταται ἄλγεα παύω, | ||
---|---|---|---|
10 | βῆχά τε καὶ πνιγμόν, λύγγα τε καὶ κατάρουν. γέγραμμαι δὲ σοφοῖσι, μαθὼν δέ τις οὐ βραχύ μ’ ἕξει δῶρον, ἐς ἀξυνέτους δ’ οὐκ ἐπόθησα περᾶν. ξανθὴν μὲν τρίχα βάλλε μυρίπνοον ἰσοθέοιο, οὗ λύθρος Ἑρμεία〈ι〉ς λάμπεται ἐν βοτάναις, | ||
15 | †κρόκου δὲ σταθμὸν φρένας ἀνέρος· οὐ γὰρ ἄδηλον· βάλλε δὲ καὶ δραχμὴν Ναυπλίου Εὐβοέως, καὶ τρίτου ἐν Τρώεσσι Μενοιτιάδαο φονῆος δραχμὴν τὴν μήλων γαστέρι σῳζομένην. ὁλκὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, | ||
20 | εἴκοσι καὶ κυάμου θηρὸς ἀπ’ Ἀρκαδίης, δραχμὴν καὶ ῥίζης ψευδωνύμου, ἣν ἀνέθρεψε | ||
χῶρος ὁ τὸν Πίσῃ Ζῆνα λοχευσάμενος. πῖον δὲ γράψας, ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ ἄρρεν, ἐνὶ δραχμαῖς πέντε δὶς ἑλκόμενον, | 332 | ||
25 | νᾶμα δὲ θυγατέρων ταύρων χέε Κεκροπίδαισι | ||
συγγενές, οὐκ Τρίκκης ὡς ἐνέπουσιν ἐμοί. | 333 |